Ancient Greek
2.296.2.1 to 2.296.2.41
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.296.2.1-41
Unproofread scanNot analysed yet
4. IAML. V. P. 82—86 ἐστὶ δὴ ἡ μὲν τῶν ἀκουσματικῶν φιλοσοφία ἀκού- 10 σματα ἀναπόδεικτα καὶ ἄνευ λόγου, ὅτι οὕτως πρακτέον, καὶ τἆλλα, ὅσα παρ᾽ ἐκείνου ἐρρέθη, ταῦτα πειρῶνται διαφυλάττειν ὡς θεία δόγματα, αὐτοὶ δὲ παρ᾽ αὐτῶν οὔτε λέγειν προσποιοῦνται οὔτε λεκτέον εἶναι, ἀλλὰ καὶ αὐτῶν ὑπολαμβάνουσι τούτους ἔχειν βέλτιστα πρὸς φρόνησιν, οἵτινες πλεῖστα ἀκούσματα ἔσχον. πάντα δὲ τὰ οὕτως (καλούμενα) ἀκούσματα διήρηται εἰς τρία εἴδη· τὰ μὲν γὰρ 15 αὐτῶν τί ἐστι σημαίνει, τὰ δὲ τί μάλιστα, τὰ δὲ τί δεῖ πράττειν ἢ μὴ πράττειν. τὰ μὲν οὖν τί ἐστι τοιαῦτα, οἷον τί ἐστιν αἱ μακάρων νῆσοι; ἥλιος καὶ σελήνη. τί ἐστι τὸ ἐν Δελφοῖς μαντεῖον; τετρακτὺς· ὅπερ ἐστὶν ἡ ἁρμονία, ἐν ᾗ αἱ σειρήνες. τὰ δὲ τί μάλιστα, οἷον τί τὸ δικαιότατον; θύειν. τί τὸ σοφώτατον; ἀριθμός, δεύτερον δὲ ὁ τοῖς πράγμασι τὰ ὀνόματα θέμενος. τί σοφώτατον τῶν 20 παρ᾽ ἡμῖν; ἰατρική. τί κάλλιστον; ἁρμονία. τί κράτιστον; γνῶμη. τί ἄριστον; εὐδαιμονία. τί δὲ ἀληθέστατον λέγεται; ὅτι πονηροὶ οἱ ἄνθρωποι. διὸ καὶ ποιητὴν Ἱπποδάμαντά φασιν ἐπαινέσαι αὐτὸν τὸν Σαλαμίνιον, ὃς ἐποίησεν· ὦ θεοί, πόθεν ἐστέ, πόθεν τοιούδ᾽ ἐγένεσθε; ἄνθρωποι, πόθεν ἐστέ, πόθεν κακοὶ ὦδ᾽ ἐγένεσθε; 25 (33) ταῦτα καὶ τοιαῦτά ἐστι τὰ τούτου τοῦ γένους ἀκούσματα· ἕκαστον γὰρ τῶν τοιούτων μάλιστα τί ἐστιν. ἐστὶ δ᾽ αὕτη ἢ αὕτη τῇ τῶν ἑπτὰ σοφιστῶν λεγομένῃ σοφίαι. καὶ γὰρ ἐκεῖνοι ἐζήτουν οὐ τί ἐστι τἀγαθόν, ἀλλὰ τί μάλιστα; οὐδὲ τί τὸ χαλεπόν, ἀλλὰ τί τὸ χαλεπώτατον; ὅτι τὸ αὐτὸν γνῶναι ἐστιν· οὐδὲ τί τὸ ράδιον, ἀλλὰ τί τὸ ράιστον; ὅτι τὸ ἕθει χρῆσθαι. τῇ τοιαύτῃ γὰρ σοφίαι 30 μετῃκολουθηκέναι ἔοικε τὰ τοιαῦτα ἀκούσματα· πρότεροι γὰρ οὕτοι Πυθαγόρου ἐγέγοντο. τὰ δὲ τί πρακτέον ἢ οὐ πρακτέον τῶν ἀκουσμάτων τοιαῦτά ἐστιν, οἷον ὅτι δεῖ τεκνοποιεῖσθαι· δεῖ γὰρ ἀντικαταλιπεῖν τοὺς θεραπεύοντας τὸν θεόν·