Ancient Greek
2.302.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.302.1
Unproofread scanNot analysed yet
παρόντων ἐκείνων καὶ τὴν ἀφανίκτησιν πιθανῶς πάνυ γενέσθαι. τὸν δὲ Φιντίαν θαυμάζειν τὸν λόγον. ὡς δὲ αὐτὸς διαρρήδην εἰπεῖν, ὅτι ἐξήτασται ταῦτα ἀκριβῶς καὶ δεῖ αὐτὸν ἀποθνήσκειν, εἰπεῖν τὸν Φιντίαν, ὅτι εἰ οὕτως αὐτῷ δέδοκται ταῦτα γενέσθαι, ἀξιῶσαι γε αὐτῷ δοθῆναι τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως οἰκονομήσηται τὰ τε καθ’ αὐτὸν καὶ τὰ κατὰ τὸν Δάμωνα· συνέζων γὰρ οἱ ἄνδρες οὗτοι καὶ ἐκοινῶνουν ἀπάντων, πρεσβύτερος δ’ ὤν ὁ Φιντίας τὰ πολλὰ τῶν περὶ οἰκονομίαν ἦν εἰς αὐτὸν ἀνειληφώς. ἠξίωσεν οὖν ἐπὶ ταῦτα ἀφεθῆναι, ἐγρυτὴν καταστήσας τὸν Δάμωνα. 236 ἔφη οὖν ὁ Διονύσιος θαυμάσαι τε καὶ ἐρωτῆσαι, εἰ ἔστιν ὁ ἄνθρωπος οὗτος, ὅστις ὑπομενεῖ θανάτῳ γενέσθαι ἐγρυτὴς. φήσαντος δὲ τοῦ Φιντίου μεταπεμπτὸν γενέσθαι τὸν Δάμωνα, καὶ διακούσαντα τὰ συμβεβηκότα φάσκειν ἐγρυήσεσθαι τε καὶ μενεῖν αὐτοῦ, ἕως ἂν ἐπανέλθῃ ὁ Φιντίας. αὐτὸς μὲν οὖν ἐπὶ τούτοις εὐθὺς ἐκπλαγῆναι ἔφη, ἐκείνους δὲ τοὺς ἐξ ἀρχῆς εἰσαγαγόντας τὴν διάπειραν τὸν Δάμωνα χλευάζειν ὡς ἐγκαταλειφθησόμενον καὶ σκύπτοντας ἕλαφον ἀντιδεδοθαι λέγειν. ὄντος δ’ οὖν ἤδη τοῦ ἡλίου περὶ δυσμᾶς ἤκειν τὸν Φιντίαν ἀποθανοῦμενον, ἐφ’ ᾧ πάντας ἐκπλαγῆναι τε καὶ δουλωθῆναι. αὐτὸς δ’ οὖν, ἔφη, περιβαλὼν τε καὶ φιλήσας τοὺς ἄνδρας ἀξιῶσαι τρίτον αὐτὸν εἰς τὴν φιλίαν παραδέξασθαι, τοὺς δὲ μηδενὶ τρόπῳ, καίτοι λιπαρούντος αὐτοῦ, συγκαθεῖναι εἰς τὸ τοιοῦτον’. 237 καὶ ταῦτα μὲν Ἀριστόξενος ὡς παρ’ αὐτοῦ Διονυσίου πυθόμενός φησι. λέγεται δέ, ὡς καὶ ἀγνοοῦντες ἀλλήλους οἱ Πυθαγορικοὶ ἐπειρῶντο φιλικά ἔργα διαπράττεσθαι ὑπὲρ τῶν εἰς ὧν μηδέποτε ἀφιγμένων, ἵνικα τεκμηρίῳν τι λάβοιεν τοῦ μετέχειν τῶν αὐτῶν λόγων, ὡστ’ ἐκ τῶν τοιούτων ἔργων μηδ’ ἐκεῖνον τὸν λόγον ἀπιστεῖσθαι, ὡς ἂρ’ οἱ σπουδαῖοι ἄνδρες καὶ προσωπάτω τῆς οἰκοῦντες φίλοι εἰσὶν ἀλλήλοις, πρὶν ἢ γνώριμοι τε καὶ προσἥγοροι γενέσθαι.