Ancient Greek
2.302.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.302.2
Unproofread scanNot analysed yet
καταχθῆναι γοῦν φασὶ τῶν Πυθαγορικῶν τινα μακρίαν καὶ ἔρημον ὁδὸν βαδίζοντα εἰς τι πανδοκεῖον, ὑπὸ κόπου δὲ καὶ ἄλλης παντοδαπῆς αἰτίας εἰς νόσον μακρὰν τε καὶ βαρείαν ἐμπεσεῖν, ὡστ’ ἐπιλιπεῖν αὐτὸν τὰ ἐπιτήδεια. 238 τὸν μέντοι πανδοκέα, εἴτε οἴκτῳ τοῦ ἀνθρώπου εἴτε καὶ ἀποδοχῇ, πάντα παρασχέσθαι, μήτε ὑπουργίας τινὸς φεισάμενον μήτε δαπάνης μηδεμίας. ἐπειδὴ δὲ κρειττὼν ἦν ἢ νόσος, τὸν μὲν ἀποθνήσκειν ἐλόμενον γράψαι τι σύμβολον ἐν πίνακι καὶ ἐπιστεῖλαι, ὅπως, ἂν τι πάθῃ, κριμὼς τὴν δέλτον παρὰ τὴν ὁδὸν ἐπισκοπή, εἰ τις τῶν παριόντων ἀναγνωρίσει τὸ σύμβολον· τοῦτον γὰρ ἔφη αὐτῷ ἀποδῶσειν τὰ ἀναλώματα, ἅπερ εἰς αὐτὸν ἐποιήσατο, καὶ χάριν ἐκτεῖσεν ὑπὲρ ἑαυτοῦ. τὸν δὲ πανδοκέα μετὰ τὴν τελευτὴν θαῦμαι τε καὶ ἐπιμεληθῆναι τοῦ σώματος αὐτοῦ, μὴ μέντοι γε ἐλπίδας ἔχειν τοῦ κομίσασθαι τὰ δαπανήματα, μήτι γε καὶ πρὸς εὐ παθεῖν πρὸς τινὸς τῶν ἀναγνωριούντων τὴν δέλτον. ὅμως μέντοι διαπεράσθαι ἐκπεπληγμένον τὰς ἐντολὰς, ἐκτιθέναι τε ἑκάστοτε εἰς τὸ μέσον τὸν πίνακα. χρόνῳ δὲ πολλῷ ὑστερὸν τῶν Πυθαγορικῶν τινα παριόντα ἐπιστῆναι τε καὶ μαθεῖν τὸν θέντα τὸ σύμβολον, ἐξετάσαι τε τὸ συμβὰν καὶ τῷ πανδοκεῖ πολλῷ πλέον ἀργύριον ἐκτεῖσαι τῶν δεδαπανημένων.