Ancient Greek
2.302.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.302.3
Unproofread scanNot analysed yet
239 Κλεινίαν γε μὴν τὸν Ταμαντίνον φασὶ πυθόμενον, ὡς Πρῦρος ὁ Κυρηναῖος, τῶν Πυθαγόρου λόγων ζηλωτὴς ὤν, κινδυνεύοι περὶ πάσης τῆς οὐσίας, συλλεξάμενον χρήματα πλεῦσαι ἐπὶ Κυρήνης καὶ ἐπανορθώσασθαι τὰ Πρύρου πράγματα, μὴ μόνον τοῦ μειῶσαι τὴν ἑαυτοῦ οὐσίαν ὀλιγωρήσαντα, ἀλλὰ μηδὲ τὸν διὰ τοῦ πλοῦ κίνδυνον περιστάντα. τὸν αὐτὸν δὲ τρόπον καὶ Θέστορα τὸν Ποσειδωνιάτην ἀκοῇ μόνον ἰστοροῦντα, ὅτι Θυμαρίδης εἴη Πάριος τῶν Πυθαγορείων, ἵνικα συνέπεσεν εἰς ἀπορίαν αὐτὸν καταστήναι ἐκ πολλῆς περιουσίας, πλεῦσαι φασιν εἰς τὴν Πάρον, ἀργύριον συχνὸν συλλεξάμενον καὶ ἀνακτήσασθαι