Ancient Greek
2.305.2.24 to 2.305.2.36
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.305.2.24-36
Unproofread scanNot analysed yet
ὑπέλαμβανον δ᾽, ὡς ἔοικεν, ἐκεῖνοι οἱ ἄνδρες περιαιρεῖν μὲν δεῖν τὰς τε παρὰ φύσιν γεννήσεις καὶ τὰς μεθ᾽ ὕβρεως γιγνομένας, καταλιμπάνειν δὲ τῶν κατὰ φύσιν τε καὶ μετὰ σωφροσύνης γινομένων τὰς ἐπὶ τεκνοποιίαν σώφρονί τε καὶ νομίμῳ γινομένας. 211 ὑπέλαμβανον δὲ δεῖν πολλὴν πρόνοιαν ποιεῖσθαι τοὺς τεκνοποιουμένους τῶν ἐσομένων ἐκγόνων. πρώτην μὲν οὖν εἶναι καὶ μεγίστην πρόνοιαν τὸ προσάγειν αὐτὸν πρὸς τὴν τεκνοποιίαν σωφρόνως τε καὶ ὑγιεινῶς βεβιωκότα τε καὶ ζῶντα. καὶ μήτε πληρώσει χρῶμενον τροφῆς ἀκαίρως μήτε προσφερόμενον τοιαῦτα, ἀφ᾽ ὧν χείρους αἱ τῶν σωμάτων ἔξεις γίνονται, μήτι δὴ μεθύοντά γε. ἀλλ᾽ ἡκιστα πάντων· ὡ̃ιοντο γὰρ ἐκ φαύλης τε καὶ ἀσυμφώνου καὶ παραχώδους κράσεως μοχθηρὰ γίνεσθαι τὰ σπέρματα. 212 καθόλου δὲ παντελῶς ὡ̃ιοντο ῥαιθύμου τινὸς εἶναι καὶ ἀπροσκέπτου, τὸν μέλλοντα ζωιοποιεῖν καὶ ἄγειν τινὰ εἰς γένεσιν τε καὶ οὐσίαν. τοῦτον μὴ μετὰ σπουδῆς πάσης προορᾶν, ὅπως ἔσται ὡς χαριεστάτη τῶν γινομένων ἢ εἰς τὸ εἶναι τε καὶ ζῆν ἀφίξει, ἀλλὰ τοὺς μὲν φιλόκυνας μετὰ πάσης σπουδῆς ἐπιμελεῖσθαι τῆς σκυλακείας, ὅπως ἐξ ὧν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ διακειμένων προσηνὴ γίνεται τὰ σκυλάκια. ὡσαύτως δὲ καὶ τοὺς φιλόρνιθας, 213 δῆλον δ᾽ ὅτι καὶ τοὺς λοιποὺς τῶν ἐσπουδακότων περὶ τὰ γενναῖα τῶν ζῴων πᾶσαν ποιεῖσθαι σπουδὴν περὶ τοῦ μὴ εἰκῆ γίνεσθαι τὰς γεννήσεις αὐτῶν, τοὺς δ᾽ ἀνθρώπους μηδένα λόγον ποιεῖσθαι τῶν ἰδίων ἐκγόνων. ἀλλ᾽ ἄμα γεννᾶν εἰκῆ τε καὶ ὡς ἔτυχε σχεδιάζοντας πάντα τρόπον καὶ μετὰ ταῦτα τρέφειν τε καὶ παιδεύειν μετὰ πάσης ὀλιγωρίας. ταύτην γὰρ εἶναι τὴν ἰσχυροτάτην τε καὶ σαφεστάτην αἰτίαν τῆς τῶν πολλῶν ἀνθρώπων κακίας τε καὶ φαυλότητος· βόσκηματῶδη γὰρ καὶ εἰκαίαν τινὰ γίνεσθαι τὴν τεκνοποιίαν παρὰ τοῖς πολλοῖς. (τοιαῦτα τὰ ὑφηγήματα καὶ ἐπιτηδεύματα παρὰ τοῖς ἀνδράσιν ἐκείνοις διὰ λόγων τε καὶ ἔργων ἠσκεῖτο περὶ σωφροσύνης, ἄνωθεν παρεῖληφόσιν αὐτοῖς τὰ παραγγέλματα ὡσπερ τινὰ πυθόχρηστα λόγια παρ᾽ αὐτοῦ Πυθαγόρου.)