Ancient Greek
2.306.1
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.306.1
Unproofread scanNot analysed yet
Zu §205 vgl. Stob. fl. III t. 10, 66 H. ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀπο-5 φάσεων [fr. 17]. περὶ δὲ ἐπιθυμίας τάδε ἔλεγον· εἶναι τὸ πάθος τοῦτο ποικίλον καὶ πολυειδέστατον· εἶναι δὲ τῶν ἐπιθυμιῶν τὰς μὲν ἐπικτήτους τε καὶ παρα-σκευαστάς, τὰς δὲ συμφύτους· αὕτην μέντοι τὴν ἐπιθυμίαν ἐπιφορὰν τινὰ τῆς ψυχῆς καὶ ὀρμὴν καὶ ὄρεξιν εἶναι πληρώσεως ἢ παρουσίας αἰσθήσεως ἢ κενώσεως καὶ ἀπουσίας καὶ τοῦ μὴ αἰσθάνεσθαι. ἐπιθυμίας δὲ ἡμαρτημένης τε καὶ φαύλης τρία εἶναι εἴδη τὰ γνωριμώτατα. ἀσχημοσύνην ἀσυμμετρίαν ἀκαιρίαν· ἢ γὰρ αὐτόθεν 10 εἶναι τὴν ἐπιθυμίαν ἀσχήμονά τε καὶ φορτικὴν καὶ ἀνελεύθερον· ἢ τοῦτο μὲν οὔ, σφοδρότερον δὲ καὶ χρονιώτερον τοῦ προσήκοντος· ἢ τρίτον πρὸς ταῦτα. ὅτε οὖ δεῖ καὶ πρὸς ᾧ οὐ δεῖ.