Ancient Greek
2.306.2
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.306.2
Unproofread scanNot analysed yet
Zu §209—213 vgl. Ocellus 4, 9—14 (aus derselben Bearbeitung wie Iambl.) und den zum Teil treueren Auszug Stob. fl. III t. 101, 4 M. ἐκ τῶν Ἀριστοξένου 15 Πυθαγορείου [fr. 20]. περὶ δὲ γενέσεως παίδων τάδε ἔλεγε· καθόλου μὲν φυλάτ-τεσθαι τὸ καλούμενον προφερές· οὔτε γὰρ τῶν φυτῶν οὔτε τῶν ζῴων εὐκαρπα τὰ προφερῆ γίγνεσθαι· ἀλλὰ χρόνον τινὰ προπαρασκευάζεσθαι τῆς καρποφορίας, ἐν ᾧ ἐξισχύσαντα καὶ τετελειωμένα τὰ σώματα παρέχειν τὰ τε σπέρματα καὶ τοὺς καρποὺς δεδύνηται. πολλὰ δὲ εἶναι ἐν τῷ (βίῳ) ἐν οἷς ἡ ὀψιμαθία ἐστὶ 20 βελτίων οἷον καὶ τὸ τοῦ ἀφροδισιάζειν πρᾶγμα. δέον οὖν ἐστὶ παῖδας οὕτως ἀγεσθαι διὰ τῶν ἀσκήματων ἀσχόλους, ὥστε μὴ μόνον μὴ ζητεῖν, ἀλλ᾿ εἰ δυνατόν μηδὲ εἰδέναι τὴν τοιαύτην συνουσίαν ἐντὸς τῶν εἴκοσιν ἐτῶν· ὅταν δὲ καὶ εἰς τοῦτο ἀφίκῃται, σπανίως εἶναι χρηστέον τοῖς ἀφροδισίοις· τοῦτο γὰρ πρὸς τε τὴν τῶν γεννῶντων καὶ γεννησομένων εὐξίαν πολὺ τι συμβάλλεσθαι. ἔλεγε δὲ μήτε 25 τρυφῆς μήτε μέθης πλήρη ταῖς γυναιξὶν εἰς τὸ γεννᾶν ὁμιλεῖν· οὐ γὰρ οἷται ἐκ φαύλης καὶ ἀσυμφώνου καὶ παραχῶδους κράσεως εὐρύθμα καὶ καλά, ἀλλ᾿ οὔδ᾿ ἄφαθὰ τὴν ἀρχὴν γίγνεσθαι.