Ancient Greek
2.307.3
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.307.3
Unproofread scanNot analysed yet
11. Stob. ecl. I 6,18 p. 89,10 W. ἐ. τ. ’Α. Π. ἀποφ. [fr. 21]. περὶ δὲ τύχης ταῦθ’ ἔφασκον· εἶναι μὲν τι καὶ δαιμόνιον μέρος αὐτῆς· γενέσθαι γὰρ ἐπίνοιάν τινα παρὰ τοῦ δαιμονίου τῶν ἀνθρώπων ἐνίοις ἐπὶ τὸ βέλτιον ἢ ἐπὶ τὸ χεῖρον καὶ εἶναι φανερῶς κατ’ αὐτὸ τοῦτο τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ ἀτυχεῖς. καταφανέστατον δὲ εἶναι τοῦτο (τῷι) τοὺς μὲν ἀπροβλεύτους καὶ εἰκῇ τι πράττοντας πολλάκις κατατυγχάνειν. τοὺς δὲ προβουλευομένους καὶ προνοουμένους ὀρθῶς τι πράττειν ἀποτυγχάνειν. εἶναι δὲ καὶ ἕτερον τύχης εἶδος. καθ’ ὃ οἱ μὲν εὐφυεῖς καὶ εὐστοχοί, οἱ δὲ ἀφυεῖς τε καὶ ἐναντίαν ἔχοντες φύσιν βλάστοιεν, ὧν οἱ μὲν εὐθυβολοῖεν ἐφ’ ὅτι ἂν ἐπιβάλλωνται οἱ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ *καὶ ταρασσομένης· ταύτην δὲ τὴν ἀτυχίαν σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον.