Ancient Greek
2.307.4 to 2.308.34
Pythagoristae (D-K), Testimonia Et Fragmenta 2.307.4-2.308.34
Unproofread scanNot analysed yet
THEOCR. 14,5 τοιοῦτος πρῶαν τις ἀφίκετο Πυθαγορικτάς, ὡχρὸς κἀνυπόδητος: SCHOL. z. d. St. οἱ μὲν Πυθαγόρικοι πᾶσαν φροντίδα ποιοῦνται τοῦ σώματος, οἱ δὲ Πυθαγορισται περιεσταλμένῃ καὶ αὐχηρᾶι διαίτῃ χρῶνται. 1. ATHEN. IV p. 160 F τί οὖ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς; περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι [II 76 Kock] τάδε: τῶν Πυθαγορικῶν δ’ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἄλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες (εἰς τὸν κῦρυκον). 40 κἂν τῷι κυρίως ‘Κυρύκωι’ δ’ ἐπιγραφομένωι φησὶ [S. 67]· πρῶτον μὲν ὥσπερ Πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοῦβολου μᾶζης μελαγchrῆ μερίδα λαμβάνων λέπει. Ἀλεξίς δ᾽ ἐν Ταραντίνοις [S. 378]· οἱ Πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ᾽ ὄψων ἐσθίουσιν οὔτ᾽ ἄλλ᾽ οὐδ᾽ ἐν ἔμψυχον, οἶνον τ᾽ οὐχὶ πίνουσιν μόνοι. —Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, τῶν Πυθαγορείων εἰς. —ἀποκτεῖνας γέ που· οὐκέτι γάρ ἐστ᾽ ἔμψυχον. προελθὼν τέ φησι· Πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσιλευμένοι τε φροντίδες τρέφουσ᾽ ἐκείνους, τὰ δὲ καθ᾽ ἡμέραν τάδε· ἄρτος καθαρὸς εἰς ἑκατέρω, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. —δεσμοτηρίου λέγεις δίαιταν· πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που; —τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἂρ᾽ οἶσθ᾽ ὅτι Μελανιπίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φάνος, οἱ δι᾽ ἡμέρας [μίας] δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν; καὶ ἐν Πυθαγοριζούση [S. 370]· ἢ δ᾽ ἐστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γάρ θύειν νόμος τοῖς Πυθαγορείοις. —νὴ Δί᾽, ἱερείον μὲν οὖν, ὁποῖον ἂν κάλλιστα καὶ βέλτιστ᾽ ἔχη. καὶ μετ᾽ ὀλίγα· ἔδει θ᾽ ὑπομεῖναι μικροστίαν, ῥύπον, ρίγος, σιωπὴν, στυγνότητ᾽, ἀλουσίαν. 2. ATHEN. IV p. 161 E Ἀριστοφῶν δ᾽ ἐν Πυθαγοριστῇ [Π 279 K.] πρὸς τῶν θεῶν οἴομεθα τοὺς πάλαι ποτέ, τοὺς Πυθαγοριστάς, γενομένους ὄντως ῥυπᾶν ἔκοντας ἢ φορεῖν τρίβωνας ἧδews; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ· ἀλλ᾽ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδ᾽ ἐν τῆς ευτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους· ἐπεὶ παράδης αὐτοῖσιν ἰχθὺς ἢ κρέας, κἂν μὴ κατεσθίωσι· καὶ τοὺς δακτύλους,