Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_PYTHOCLES_SAMIUS
PYTHOCLES SAMIUS, Fragmenta 1
Not analysed yet
Ποίνων καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάϊος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. Ὁ δ ̓ ἀναγκασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· ἡ δὲ Ἑστία ἐλεήσασα, δάμαλιν ὑπέβαλε, καὶ αὐτὴν ἐκόμισεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρ ̓ αὐτοῖς δράκοντος ἀπέδειξεν· ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν.