Ancient Greek · ~2 min
2 to 4
PYTHOCLES SAMIUS, Fragmenta 2-4
Not analysed yet
Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τιμαῖος Ὀρθαγόραν τινα μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλικῶν Γάϊον Ἰούλιον Νέπωτα. Ἡγησίστρατος, ἀνὴρ Ἐφέσιος, ἐμφύλιον φόνον δράσας, ἔφυγεν εἰς Δελφοὺς, καὶ ἠρώτα τὸν θεὸν, ποῦ οἰκήσειεν. Ὁ δ ̓ Ἀπόλλων ἀνεῖπεν, ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. Γενόμενος δὲ κατὰ τὸν τόπον τῆς Ἀσίας, καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν, καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν. Φωκαεῖς δὲ Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαεῖν ἱστορεῖ.