Ancient Greek
Book 9, lines 9.296-9.343
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.296-343
Not analysed yet
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δʼ αἰθὴρ
θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δʼ ἐβόησε
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δʼ Ἀχαιοῖς
μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδʼ Ἐνοσίχθων
ὄβριμος ἠγνοίησε· μένος δʼ ἐνέπνευσεν Ἀχαιοῖς
ἤδη τειρομένοισι· μάχη δʼ ἀΐδηλος ἐτύχθη
ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα
αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δʼ ἄρʼ Ἀπόλλων
Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷʼ Ἀχιλῆος
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δʼ ἄρα θυμὸν
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
ἄλλα τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτʼ ἔμελλε
πείθεσθαι τεράεσσι· τὸ δʼ οὐ λάθε Κυανοχαίτην·
ἠέρι θεσπεσίῃ κεκαλυμμένος· ἀμφὶ δὲ ποσσὶ
νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·
τοῖον δʼ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·
ἴσχε κότον, καὶ μήτι πελώριον υἷʼ Ἀχιλῆος
κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
γηθήσει· μέγα δʼ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφʼ Ἀχιλῆα·
ἀλλʼ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
αἶψα δʼ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.
ὣς φάθʼ· ὁ δʼ ἁζόμενος μέγʼ ἀδελφεὸν οἷο τοκῆος
δείσας τʼ ἀμφὶ πόληος ἐϋσθενέων θʼ ἅμα λαῶν
χάσσατʼ ἐς οὐρανὸν εὐρύν, ὁ δʼ εἰς ἅλα. τοὶ δʼ ἐμάχοντο
ἀλλήλους ὀλέκοντες, Ἔρις δʼ ἐπετέρπετο χάρμῃ,
μέσφʼ ὅτε δὴ Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατʼ οἰωνοῖσιν,
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν· οὐ γὰρ ἄϊδρις
μαντοσύνης ἐτέτυκτο· θεὸς δʼ ὣς ᾔδεε πάντα.
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο
Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον
Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα
νηὶ θοῇ τοὶ δʼ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο
ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,
Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον
ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες
ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,
ἀλλʼ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ
Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν
πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων·