Ancient Greek
Book 9, lines 9.344-9.382
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.344-382
Not analysed yet
αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος
θυμὸν ἀνοιδήσαντο, φίλους δʼ ἀνὰ δώματʼ ἀκοίτας
κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδʼ ἐλέησαν
κουριδίους περ ἐόντας· ἐπεὶ μέγα μαίνεται ἦτορ
ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ
ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι·
ἀλλʼ αἵ γε σφετέροισιν ἐπʼ ἀνδράσι πῆμʼ ἐβάλοντο
νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα
παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.
οἱ δʼ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον
λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,
δὴ τότʼ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτʼ ἐσίδοντο
ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντʼ ὀδύνῃσι
κεκλιμένον στυφελοῖο κατʼ οὔδεος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,
βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·
καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
φύλλα δέ οἱ παρέκειτο, τά θʼ ἕλκεος οὐλομένοιο
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ
τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη·
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτʼ αὐχμὴ
λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,
δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτʼ ἔλειπεν,
οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,
πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.
ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,
θεινομένης δʼ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·