Ancient Greek
1 to 4
Rufus of Ephesus, De renum et vesicae affectionibus 1-12-4
Not analysed yet
Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τράπηται· ἢν δὲ μὴ |δύνηται, διὰ ταχέων πεπαίνειν, οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλιτος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ τοῖς ἄλλοις ἅπασιν ὡς ἐκεῖ εἴρηται. Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον, τὰ δὲ ἔνθεν ἢ ἔνθεν. Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν γίνεται. Ὃσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγ|νυται, τὰ μὲν πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ καὶ ἔτυχε ῥέψαντα.