Ancient Greek
ια′ (Ἀέτιος, κη′, κθ′). Περὶ φυμάτων ἐν κύστει.
Rufus of Ephesus, De renum et vesicae affectionibus 5-2
Not analysed yet
Δεινὰ μὲν οὖν καὶ ταῦτα |[καὶ θανατηφόρα] τοὐπίπαν· δεινότερά γε μὴν τὰ εἴσω ῥηγνύμενα· [αἵ τε γὰρ ὀδύναι] ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια διὰ τὸ μέν τι συνεχῶς [ἅπτεσθαι τὸ οὖρον αὐτ]ῶν, νιτρῶδες καὶ ἁλμυρὸν ὄν· οὐδὲ γὰρ, εἰ πλεῖστον ὑ[πίοι τὸ οὖρον, δύν]αται πᾶσα κενωθῆναι κύστις, ἀλλὰ ἀεὶ μέν τι ἐν [αὐτῇ μένει, καὶ] προσκλύζει τοῖς ἕλκεσιν, ἀεὶ δὲ πλήρης [ἐστὶ τοῦ οὔρου], ὅσον μόνον [διαστολὰς] καὶ συστολὰς ἔχουσα εἰς ὅσον ὑποπίμπλασθαί τε [καὶ κε]νοῦσθαι πέφυκεν.