Ancient Greek
1 to 2
Rufus of Ephesus, De renum et vesicae affectionibus 1-2-2
Not analysed yet
Καὶ δὴ ἔνθεν σημεῖα νεφρῶν φλεγμονῆς· ὀδύνη ἔχει ὑπὸ τοὺς κενεῶνας, καὶ οὔτε ὀρθοῦσθαι δύνανται, οὔτε βαδίζειν· καὶ ἤν τε πταρμὸς, ἤν τε ἄλλος τις σεισμὸς συμπέσῃ, ἀ|νοιμώζουσι, καὶ ἐπὶ γαστέρα μὲν κλινόμενοι οὐκ ἀνέχονται, ὕπτιοι δὲ ἀνέχονται μένειν· κεῖνται γὰρ πρὸς τοῖς κενεῶσιν οἱ νεφροί. Παντὶ δὲ τῷ οὕτως ἀλγοῦντι εὐφορώτερον κειμένῳ ἀτρεμίζειν.