Ancient Greek
α′ (Ἀέτιος, ις′). Περὶ φλεγμονῆς νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 3-2
Not analysed yet
Περὶ μὲν τὰς κλίσεις τοιαῦτα πάσχουσιν· τὰ δὲ ἄλλα διήκουσιν οἱ πόνοι, ἄνω μὲν, μέχρι |ἥπατος· κατὰ γὰρ μεγάλην φλέβα κοινωνοῦσιν αὐτῷ, καὶ μᾶλλον εἰ ὁ δεξιὸς φλεγμαίνοι· καὶ γάρ τοι καὶ ἐγγυτέρω οὗτός ἐστι τοῦ ἥπατος, καὶ ψαύει τοῦ λοβοῦ· ὁ δὲ ἀριστερὸς προσωτέρω καὶ κάτω· ἄλλοι δὲ πόνοι μέχρι κύστεως καὶ αἰδοίου κατέρχονται, καὶ οὔ τοι συνεχεῖς, ἀλλὰ διεσπασμένοι μάλιστα εἰς ὀσφύν τε καὶ ἰσχία καὶ ἦτρον ἐνσείουσιν.