Ancient Greek
1 to 2
Rufus of Ephesus, De renum et vesicae affectionibus 1-4-2
Not analysed yet
Λίθοι ἐν τοῖς νεφροῖς γίνονται πωριδίοις μάλιστα ὅμοιοι· γίγνονται δὲ ἔπει|τα ὀδύναι νεφρῶν, καὶ ἐπὶ οὔροις, τὰ μὲν πολλὰ λεπτοῖς καὶ ὑδατώδεσιν, ἔστι δὲ ὅτε καὶ ἐπὶ μέλασι, καὶ ἐρυθροῖς καὶ παχέσιν. Τοὐπίπαν γε μὴν μέλαιναι αἱ οὐρήσεις λύουσι τὴν νόσον· λύουσι δὲ καὶ ἄλλαι, αἳ καθάρσεις τέ εἰσι μᾶλλον ἢ δηλώσεις, πλὴν τῶν ὀξειῶν καὶ πυρετωδῶν νόσων· ἐν ἐκείναις δὲ ἀγρυπνίας, καὶ φλεγμονὰς σπλάγχνων, καὶ σπασμοὺς, καὶ παραφροσύνας, καὶ Θανάτους πέμπουσιν.