Ancient Greek
γ′ (Ἀέτιος, δ′, ε′, ϛ′). Περὶ λιθιώντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 3-3
Not analysed yet
Ὥσπερ γὰρ τὰ ἄλλα μέγα διαφέρει, καὶ εἰς τὸ κακὸν, καὶ εἰς τὸ ἀγαθὸν, ὥρα τε καὶ ἡλικία, καὶ φύσις σώματος, καὶ δίαιτα, οὕτω δὴ χρὴ καὶ περὶ τῶν οὔρων προσδοκᾷν· τὰ γὰρ μέλανα, τῷ μὲν πρεσβύτῃ, καὶ φθινοπώρου, καὶ χειμῶνος, καὶ [ὅς τις] γέγονε μελάνων χυμῶν, ἧσσον δεινά |ἐστιν· πρὸς δέ τι καὶ ὑπεκφέροι τῶν λυπησάντων ἂν, εἰ μὴ ἀπέρχοιτο· τῷ δὲ νέῳ, καὶ ἦρος, καὶ ὅς τις ὑγροτέρων ἐστὶ χυμῶν, τούτῳ χαλεπώτερα. —