Ancient Greek
1 to 3
Rufus of Ephesus, De renum et vesicae affectionibus 1-6-3
Not analysed yet
Ἔσθι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται τὰ οὗρα ἠθεῖν, ἀλλὰ εὐρύτεροι ὄντες, χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς φλεβὸς, καὶ ἄλλας παχύτητας· ὥστε εἰ κατασταθείη ὑποστάσεις τε καὶ ἐπιπάγους ἄνωθεν ἴσχειν Θαλασσίῳ πνεύμονι μάλιστα ἐμφερεῖς· οὕτω δὲ καὶ εἴκαξε Κλεόφαντος ὁ Κλεομβρότου. Πεφθέντος δὲ τοῦ σιτίου τε καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος, καθαρὰ καὶ ἀνυπόστατα καὶ λελυμένα καὶ ὑδατώδη· αἴτιον δέ· οὐ γάρ πω [οὔτε] δέδευται |τὰ σιτία τῷ ποτῷ, οὔτε ἡμάτωται. Τὸ μὲν εἶδος |τοῦ [πάθους τοιοῦτο· πο]νοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς· οἱ δὲ καὶ ῥᾴους ἐπὶ[ταῖς διουρήσεσιν]· λεπτύνονταί γε μὴν ἀνὰ χρόνον πάντες καὶ μᾶλλον ὅ[σοις αἶμα πλεῖον οὐρεῖται].