Ancient Greek
ε′ (Ἀέτιος, β′). | Περὶ αἵματος οὐρήσεως.
Rufus of Ephesus, De renum et vesicae affectionibus 4-3
Not analysed yet
--—Τούτοις κατὰ ἀρχὰς ἀτρεμεῖν τε συμφέρει καὶ σιτί[α στύφοντα, καὶ οἶ]νοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λα[γνείας· πίνειν δὲ] τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, μάλι[στα πολυγόνου] χυλὸν, καὶ τραγάκανθον ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς [ῥίζηε] τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύϊ ἔξωθεν τὰ πρὸς τοὺς [ῥοῦς] καὶ τὰς πτύσεις τοῦ αἵματος, καὶ ὅσα ξηρότητι συντείνειν δύναται· μετὰ δὲ, ἀνατρέφειν τὴν ἕξιν γάλακτί τε μηλείῳ, καὶ σιταρίοις, καὶ κρέασι, ἕως ἂν καὶ τὰ γυμνάσια ἤδη προσδέχωνται, καὶ τὸ σύμπαν σῶμα [εἰς] ἰσχὺν ἄγειν· οὕτω |γὰρ καὶ οἱ νεφροὶ τὸ οἰκεῖον ἔργον ἐπιτελέσουσιν· οἰκεῖον δέ που τοῖς νεφροῖς διηθεῖν τὰ οὖρα ἀπὸ τοῦ αἵματος, καὶ μήτε χροιὰν αἵματος, μήτε αἷμα αὐτὸ, μήτε παχύτητα ἄλλην μηδεμίαν παριέναι ἔξω. —