Ancient Greek
ια′ (Ἀέτιος, κη′, κθ′). Περὶ φυμάτων ἐν κύστει.
Rufus of Ephesus, De renum et vesicae affectionibus 10-2
Not analysed yet
Παρηγορεῖσθαι δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντα κηρωτὰς διά τε οἰσύπου πλυτοῦ, καὶ βουτύρου, καὶ στύρακος, καὶ χηνείου στέατος, τοῦτο δὲ καὶ εἰς τὸν οὐρητῆρα ἐγχέοντα καὶ ὕδωρ, καὶ γάλα, καὶ ῥόδινον |μύρον, θερμαίνοντα, τοῦτο δὲ καὶ εἰς τὸ ἔντερον ἐγ[χέοντα πτισάνης] χυλὸν, καὶ βούκεραν, καὶ σικύου σπέρμα μετὰ [γάλακτος πάνυ λεῖον], ἐπιστάζων ἑκάστῳ τοῦ ῥοδίνου.