Ancient Greek
11 to 12
Rufus of Ephesus, De renum et vesicae affectionibus 11-2-12
Not analysed yet
Κλύζειν δὲ οὐ [χρὴ ὕπτιον· οὐ γὰρ παρ]ιᾶσιν αἱ κύστεις ἔσω τὸ κλύσμα, ἅτε σ[κληραὶ καὶ βαρεῖαι οὖ]σαι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ, ἀλλὰ ἐν γό[νασι κλίνειν τὸν ἄνθρωπον· καὶ] γὰρ ἀφίστανταί τε αἱ κύστεις καὶ χαλῶσι τὸ [ἔντερον ἐν σχήματι τοιῷδε, ὥστε] ἀναδέξασθαι τὸ κλύσμα. Πυκνὰ δὲ καὶ εἰς [θερμὸν ὕδωρ ἐγκαθίζειν]· καὶ γὰρ τοῦτο πραΰνει τὰς ὀδύνας· καὶ τοῖς χρίσμασιν, ὡς [ἐκεῖ εἴρηται], χρίειν, καὶ τἄλλα ὡσαύτως ποιεῖν.