Ancient Greek
10 to 12
Rufus of Ephesus, De renum et vesicae affectionibus 10-3-12
Not analysed yet
Ἀγαθοὶ δὲ καὶ ἔμετοι τὸ φλέγμα ὑπεξάγοντες, καὶ οἱ ἑλλεβορισμοί. Ἐπὶ δὲ ταῖς τοιαύταις κενώσεσι, θαψίας [χυλὸν π]ρ[οσα]λείφειν τῷ ἤτρῳ, καὶ τῇ ὀσφύϊ, καὶ μάλιστα ἢν ἰσχναίνηται, καὶ μετὰ κηρωτῆς πραΰνειν τὰ ᾠδηκότα, καὶ μαλάγματα ἐπιτιθέναι εὐώδη. Τὰς δὲ ἀῤῥώστους κύστεις, καὶ μὴ δυναμένας τὸ οὖρον ἐπὶ πλέον κατέχειν, ἰᾶσθαι καὶ γυμνάζοντα, καὶ ἀνατρίβοντα, ὥσπερ ἐν τῇ παραλύσει εἴρηται· τὰ δὲ οὐρητικὰ μὴ προσ|φέρειν, ἐπιθεμάτων δὲ τῶν αὐτῶν πειρᾶσθαι, καὶ διαίτης τῆς ἄλλης [θερ]μοτέρας· τῷ γὰρ θερμῷ πάντα ἐγκρατῆ γίνεται. τὸ δὲ ψυχρὸν [ἀκ]ρατέστατον τῇ κύστει.