Ancient Greek
ιε′ (Ἀέτιος κδ′). Παράλυσις κύστεως.
Rufus of Ephesus, De renum et vesicae affectionibus 9-3
Not analysed yet
Δεῖ δὲ καὶ τῇ ἑφθῇ ῥητίνῃ πυκνὰ καταπλάττειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν ἐν κύκλῳ, καὶ τῷ νάπυϊ συνεχῶς θερμαίνειν, καὶ ἐν θαλάσσῃ κελεύειν νήχεσθαι, καὶ ἐν θερμοῖς ὕδασι, καὶ τὸ σύμπαν ἐκπυριᾷν, καὶ πότιμα προσφέρειν, ἅμα μὲν θερμαίνοντα, ἅμα δὲ ἐπὶ κύστιν ῥέποντα, ὥσπερ τοῦ τε ἄγνου τὸν καρπὸν, καὶ πάνακος τῆς ἡρακλείας τὴν ῥίζαν, καὶ μήου |ῥίζαν, καὶ κύμινον αἰθιοπικὸν, καὶ ἑρπύλλου σπέρμα, καὶ ἀψινθίου κόμην μετὰ νάρδου κελτικῆς.