Ancient Greek
17 to 18
Rufus of Ephesus, De renum et vesicae affectionibus 17-18
Not analysed yet
Ἀγαθὸν δὲ καὶ ἐνιέναι τῶν δυσεντερικῶν τι φαρμάκων, εἰ ἐπὶ μεῖζον νέμοιτο. Εἰ δὲ ἐπὶ πόνου καὶ φλεγμασίας τὸ πύον ἔξω διαδιδόναι μὴ δύναιτο, ὑποκλύζειν χυλοῖς πτισάνης λεπτοῖς, καὶ γάλακτι, καὶ τἄλλα χλιάσμασι πυριᾷν, καὶ εἰς ὕδωρ καθίζειν Θερμόν· οὕτω γὰρ μάλιστα ἂν ὑπέλθοι· εἰ δὲ ὑπὸ πάχους ἐνίσχοιτο, μαράθρου τὲ ἀ|φέψημα πίνειν, καὶ σελίνου, καὶ χαμαιπίτυος, καὶ ἀψινθίου, καὶ ὀριγάνου· ταῦτα μὲν δεῖ ποιεῖν ὧδε. —