Ancient Greek
β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 19
Not analysed yet
Μετὰ δὲ, γάλα πίνειν σὺν μέλιτι, τὰ μὲν πρῶτα ὄνειον ἢ ἵππειον· πρὸς γὰρ τὴν κάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέωνται, ἀλλὰ τὸ μὲν πύον ὑπίῃ ὀλίγον, αἱ δὲ ἀπὸ τῶν οὔρων δήξεις ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ ἄνθρωπος πιαίνεσθαι, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν, καὶ μᾶλλον [τὸ] τῆς οἰός· παχύτερον γὰρ καὶ ἧσσον διαχωρητικόν· |πλῆθος δὲ προσφέρειν καὶ δύο, καὶ τρεῖς, καὶ ἔτι πλείους κοτύλας.