Ancient Greek
19 to 21
Rufus of Ephesus, De renum et vesicae affectionibus 19-2-21
Not analysed yet
Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραννύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν· αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι. Τὸ δὲ μετὰ τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —Μέγιστον δὲ τῆς Θεραπείας, μετριότης σίτου καὶ πέψις· αἱ δὲ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ ἐπάγονται· πολλοὶ γοῦν ἐπὶ ταύταις οὔρησαν Θολεράς τε ὑποστάσεις καὶ ψαμμώδεις· διὸ δὴ παρακελεύομαι καὶ ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ |ἀψινθίου πίνειν Θαμινὰ, καί ποτε καὶ φαρμακευθῆναι κάτω, καὶ σιτία αἱρεῖσθαι ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε ἀπεψίαι ἔσονται.