Ancient Greek
γ′ (Ἀέτιος, δ′, ε′, ϛ′). Περὶ λιθιώντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 22-2
Not analysed yet
Παρακελεύομαι δὲ καὶ τοῖς οὐρητικοῖς καθαίρεσθαι, τὸ μὲν ἐπὶ ἡμέρᾳ ἐσθίοντα δαῦκόν τε ἑφθὸν, καὶ μάραθρον, καὶ ἱπποσέλινον, καὶ σόγχον καὶ σκόλυμον, καὶ γλήχωνα, καὶ καλαμίνθην, καὶ τῶν Θαλασσίων ἐχίνους τε καὶ στρόμβους, καὶ καρκίνους τε καὶ ἀστακοὺς, καὶ τὰ ὀστρακόδερμα· πάντα |ταῦτα μὲν τὰ ἐπὶ ἡμέρᾳ· διὰ πλείονος δὲ ἠρυγγίου τε ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ δικτάμνου, καὶ πολίου, καὶ τριβόλου ῥίζης, καὶ κυμίνου ἀγρίου, καὶ ἃ Θρύπτειν τοὺς λίθους εἴρηται.