Ancient Greek
β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 21
Not analysed yet
Χρὴ οὖν κατακείμενον μαλακῶς ἀνατρίβειν τε ἐπὶ ἑκάστῃ ἡμέρᾳ, καὶ τρέφειν, κατὰ ἀρχὰς μὲν γάλακτι, ὡς εἴρηται, καὶ ῥοφήμασι πτισάνης, καὶ ἀμυλίοις, καὶ τῷ πλυτῷ ἀλεύρῳ ἐν γάλακτι ἑφθῷ, καὶ ἰτρίοις καταθρύπτων εἰς ζωμὸν ὄρνιθος λιπαρὸν, καὶ ἔτνει τῷ τε ἀπὸ τῶν ὤχρων, καὶ [τῷ] ἀπὸ τῶν δολίχων, καὶ τῷ ἀπὸ τῶν ὀρόβων, προαπογλυκαίνειν τούς τε ὀρόβους, καὶ αὐτοὺς κατὰ αὑτοὺς ἕψων, ἢ καὶ συμμίσγων τινὶ τῶν εἰρημένων ὀσπρίων. —