Ancient Greek
β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 20
Not analysed yet
Καὶ σιτίον εὐθὺς μηδὲν ἄλλο λαμβάνειν, ἔστε ἂν τόδε καταπεφθῇ· τὸ δὲ ὑποχωρῆσαν τοῦ γάλακτος, τοῦτο καὶ τῶν ἄλλων ἑλκῶν τῶν εἴσω κάλλιστον |φάρμακον, τοῖς τε χαλεποῖς ἰχῶρσιν εὐμενέστατον, καὶ ταχὺ ἀνατρέφον τὸ σῶμα, μάλιστα δὲ ἐν νοσήμασι συντηκτικοῖς ὅτε δεῖ τάχιστα εἰς εὐεξίαν καταστῆσαι τὸν ἄνθρωπον· ὥστε, εἰ καὶ τῇ ἄλλῃ διαίτῃ πιαίνοις τὸν νεφριτικὸν, οὐκ ἂν ἁμαρτάνοις.