Ancient Greek
23 to 26
Rufus of Ephesus, De renum et vesicae affectionibus 23-26
Not analysed yet
Χρὴ δὲ καὶ τὸ ὕδωρ, τό τε εἰς τὴν ἄλλην δίαιταν, καὶ ἐν ᾦ τὰ φάρμακα |[ἐνέψεται λεπτόν τε] εἶναι καὶ γλυκὺ καὶ καθαρὸν, τὰ δὲ ποτάμια καὶ λιμναῖα [ἀποδοκιμαστέον· κ]αὶ γὰρ οὐκ ἐνόντας λίθους ποιήσειεν ἄν· καὶ τὸν οἶνον λεπτόν τε [εἶναι, καὶ γλυκὺν] καὶ λευκόν· οὐρητικὸς γὰρ μᾶλλον τοῦ μέλανος καὶ στρυφνοῦ [τε καὶ παχέος]. Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄνθρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λιπαρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ κισσήρει. Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποι|εῖν ὡς ἐν τοῖς χρονίοις εἰθίσμεθα, καὶ ἑλλέβορον πίνειν. Εἰ δὲ μὴ ἐπὶ τούτοις παύσαιτο ἡ νόσος, συγγηράσκει.