Ancient Greek
32 to 35
Rufus of Ephesus, De renum et vesicae affectionibus 32-35
Not analysed yet
Ὅταν δὲ εἰς τόδε ἔλθῃ, ὥστε ῥαΐζειν δύνασθαι καὶ ἀνέχεσθαι κινούμενος, τὰ μὲν πρῶτα ἡσυχῆ τε καὶ ὀλίγα καὶ ἐν ἰσοπέδῳ περιπατεῖν· στάσεις δὲ καὶ δρόμους καὶ πηδήσεις καὶ ἐξαπιναίους ἐπικύψεις φυλάσσεσθαι· ἔπειτα δὲ κατὰ ὅσον ἐπιδίδωσι ῥώμῃ τε καὶ εὐεξίᾳ, κατὰ τοσοῦτο τοῖς τε περιπάτοις, καὶ τοῖς ἄλλοις πόνοις προστιθέναι. Τὰ εἴδη τῶν ἄλλων πόνων ἐστὶν, ἀναπάλαι τε χειρῶν, καὶ τρίψεις κατὰ πολλὴν ἡσυχίαν· δίαιτα μὲν ἥδε τῶν νεφριτικῶν. —Εἰ δὲ πρὸς τὰ ἔξω τράποιτο τὸ ἐμπύημα, οἰδεῖ τε μᾶλλον ἐνταῦθα, καὶ τῇ χειρὶ κατα φανέστερον, [καὶ |τῇ ὄψει γίγνεται. Τούτ]|ους διέκαιον οἱ παλαιοὶ ᾗ ἀπεκορυφοῦτο μάλιστα, τὰ δὲ [ἕλκη ὡς τῶν κοινῶν] τὰ κοῖλα ἰῶντο· οὐ μὴν εἰς ἅπαν ἐξυγιάζετο, ἀλ[λά τι ἐσυριγγ]οῦτο τοῦ ἕλκους.