Ancient Greek
β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 36
Not analysed yet
Εὐρυώδης δὲ ὁ σικελὸς, καὶ Ἱππο[κράτης ἠπί]σταντο καὶ τέμνειν τοὺς νεφριτικοὺς, ὥστε παρεκελεύον[το τὸν λιθ]ιῶντα νεφρὸν καὶ ἔμπυον ταύτῃ, τέμνοντα ἰᾶσθαι, ᾧ ἀπιστεῖν |μὲν οὐκ ἔχω, τἄλλα γε ὄντι ἀγαθῷ τὴν τέχνην· αὐτὸς μέντοι οὔ φημί πω ἐπιτολμῆσαί τινι τοιούτῳ· ἐπεὶ καὶ τῷ τέμνοντι τὸν θώρακα ἐν τῇ φθινάδι νόσῳ παρὰ τὰς ἐσχάτας πλευρὰς καὶ διατιτράντι εἴσω καλῶς ποτε ἀπέβη, τοῦ πύου ταύτῃ ὑπεξελθόντος ὥστε τὸ ἄνω ἕλκος ἐπιξηρανθῆναι.