Ancient Greek
ιδ′ (Ἀέτιος, κβ′). Περὶ ψωριώσης κύστεως.
Rufus of Ephesus, De renum et vesicae affectionibus 4-4
Not analysed yet
Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐρίφου, ἢ ἀρνὸς, καὶ τὸ τῶν φοινίκων ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἀμύλιον, καὶ ῥοφήματα, καὶ ἔτνη, καὶ ἰχθῦς ἁπαλοσάρκους, ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, δάκνει δὲ ἥκιστα, οἷον σταφυλίνους τε ἑφθοὺς, καὶ κρῆθμα, καὶ μά|ραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπαράγους, καὶ σικύους, καὶ ὅσα ἄλλα· δεῖ γὰρ τοῖς οὐρητικοῖς ἀποκαθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον.