Ancient Greek
5 to 7
Rufus of Ephesus, De renum et vesicae affectionibus 5-3-7
Not analysed yet
Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ αἱ λοπάδες, καὶ τοῦ ἐχίνου ἡ σὰρξ, καὶ τοῦ χερσαίου, καὶ τοῦ θαλασσίου, καὶ οἱ τέττιγες. |Οὐκ ἀνάρ μοστον δὲ οὐδὲ βουκέρα ἑφθ[ὰ μετὰ μέλιτος ῥοφᾷν· καὶ γὰρ] |τοῦτο δήξεις ἀμβλύνει, καὶ εἰ ἐπὶ κύ[στιν ἐκτράποιτο, πρᾳ]ότερον ταῖς ψώραις ἐστὶ, καὶ ἡ τραγάκανθα [ταὐτὸ ποιεῖ· χαίρουσι δὲ] καὶ μύρτων ἀπόβρεγμα πίνοντες μετὰ οἴν[ου, ἢ μήλων κυδωνίων ἀ]πόβρεγμα, καὶ ὄχνης, καὶ ἄλλης τινὸς ὀπώρας [στυφούσης· ὠφελεῖ γὰρ] κνησμούς. Ταῦτα μὲν οὖν [τῷ πάθει παρηγορικά· δεῖ δὲ] εὐχυμότατον ταῖς διαίταις ἀποφαίνειν, καὶ [γυμνάζοντας συμ]μέτρως καὶ πυριῶντας, καὶ ἐμεῖν ἀνὰ χρόνον κελεύ[οντας, καὶ] ὀῤῥοῖς κατακλύζοντας· εἰ μὴ γὰρ οὕτω παρηγορήσεται, ἄλλοις οὐκ ἔστιν.