Ancient Greek
γ′ (Ἀέτιος, δ′, ε′, ϛ′). Περὶ λιθιώντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 7
Not analysed yet
Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μικρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ καὶ αἱ καθάρσεις κωλύουσιν· τὸ δὲ δὴ μέγιστον· ἀταλαιπωρότερον γὰρ ἐν τοῖς ἀφροδισίοις τῶν ἀνδρῶν ἀπαλλάττουσιν· εἰ δέ τι καὶ ἕτερον ἐπικαλεῖται τὰ νεφριτικὰ, καὶ αἱ τῶν μίξεων συντάσεις.