Ancient Greek
4 to 6
Rufus of Ephesus, De renum et vesicae affectionibus 4-2-6
Not analysed yet
|Τὴν μὲν οὖν ἐπὶ τοῖς οὔροις τέχνην, ἀξίαν γε οὖσαν τῷ ἰα[τρῷ παντὸς] μᾶλλον γιγνώσκεσθαι, γράψω ὕστερον. —Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων· ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ πνεύμασι, ἢ ἐ]πὶ σιτίοις ἀπέπτοις, καὶ ἄλλως ψυγὲν, τότε οὖν φῦ[σαί τε καὶ διαχωρήσεις], καὶ ἐρευγμοὶ ἀναδραμόντες ἔλυσαν τὸν πόνον, ἀτ[ὰρ καὶ λιθιῶσιν οὐ]ρήσεις πολλοῦ καὶ παχέος, πωρι δίων συναπελθόντων. Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς |λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ ἔχουσιν.