Ancient Greek · ~2 min
14 to 15
Rufus Soph., Ars rhetorica 14-15
Not analysed yet
ιδ΄. Τὰ δʼ ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ· ὁ μὲν οὖν παρὼν και ρός. ιε΄. Ἡ δ᾿ αἰτία, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας· πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὧ Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμνοτέραν τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θουκυδίδης πανταχῆ.