Ancient Greek · ~2 min
16 to 20
Rufus Soph., Ars rhetorica 16-20
Not analysed yet
ιστ΄. Διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων δήλωσις, περὶ τὸ τοῦ λέγοντος μέρος ῥέπουσα. ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης. ιζ΄. Σαφήνεια μὲν οὖν λέγεται, ὅταν μήτε λέξεσι ξέναις χρώμεθα μήτε διανοίαις μήτε ὑπερβατοῖς. ιη΄. Συντομία δὲ ὅταν αὐτὰ μόνα τὰ ἀναγκαῖα διεξίωμεν μήτε πόρρω ἀρχόμενοι μήτε ἐπὶ μακρότατα παυόμενοι. ιθ΄. Πιθανότης δὲ ὅταν τὰ ἀληθῆ καὶ δυνάμενα πιστευθῆναι δηλῶμεν. κ΄. Τρόποι δὲ τέσσαρες, διήγησις, παραδιήγησις, προδιήγησις καὶ ὑποδιήγησις.