Ancient Greek · ~3 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Rufus Soph., Ars rhetorica 22
Not analysed yet
κβ΄. Παραδιήγησις δέ ἐστιν ἡ πρὸς τὸ χρήσιμον τοῦ ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμβανομένη διήγησις ἐν τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει· εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν. ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας, Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑποκριτήν, ὃς οὐδὲν ἐπαγγέλλεται. καὶ ὁ Ξενοφῶν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τῶν Φρυγῶν βασιλέως, ἐφʼ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτόν. καὶ πάλιν· ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται Μαρσύας.