Ancient Greek · ~2 min
23 to 24
Rufus Soph., Ars rhetorica 23-24
Not analysed yet
κγ΄. Προδιήγησίς ἐστιν ἡ πρὸ τῆς εἰς τὸ πρᾶγμα τελούσης διηγήσεως αἰτία παραλαμβανομένη, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκεν, οἷον ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεῶν ἐχθρῷ, ᾧ τελευτῶσα ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνι λέγω. κδ΄. Ὑποδιήγησις δὲ ὅταν μετὰ τῶν πραγμάτων καὶ τὰς γνώμας τῶν πραξάντων ἑκάστου καὶ τὰς αἰτίας λέγωμεν, οἷον οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ἡμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία ἔπασχε κακά.