Ancient Greek · ~3 min
36 to 40
Rufus Soph., Ars rhetorica 36-40
Not analysed yet
λϚ΄. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γάνεσθαι ἀποφαινόμενον, οἷον πέρας μὲν ἅποσιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὐτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δʼ ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως. λζ΄. Ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν. λη΄. Πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δήλωσις. λθ΄. Ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμβουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγκεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς. μ΄. Διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβουλευτικὸς τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.