Ancient Greek · ~7 min
29 to 35
Rufus Soph., Ars rhetorica 29-35
Not analysed yet
κθ΄. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλʼ ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἄν συμβαίη, καὶ καλεῖται καθʼ ὑπόθεσιν. λ΄. Παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθʼ οἱλέγοντες, οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δὲ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· καὶ τὰ ἑξῆς. λα΄. Παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγματος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου· ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας. λβ΄. Τὸ δὲ καθʼ ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος δήλωσις, ἀλλʼ ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένηται, τί ἂν συμβαίη, οἷον φέρε, ἂν δὲ δὴ πέμψας πρὸς ἡμὰς Λεύκων ἐρωτᾷ τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῃρήμεθα, τί πρὸς θεῶν ἐροῦμεν. λγ΄. Τὰ δʼ ἑκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγράφων, νόμων, συμβολαίων, διαθηκῶν. ἄτεχνα δὲ καλεῖται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι ἔγγραφον καὶ διʼ αὐτοῦ δεῖξαι τὸ πρᾶγμα. λδ΄. Ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη. λε΄. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ πάνθʼ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.