Ancient Greek
150 to 168C
Sappho Lyr., Fragmenta 150-168C
Not analysed yet
οὐ γὰρ θέμις ἐν μοισοπόλων †οἰκίᾳ †θρῆνον ἔμμεν’· οὔ κ’ ἄμμι πρέποι τάδε. ὀφθάλμοις δὲ μέλαις νύκτος ἄωρος . . . παντοδάπαισι μεμειχμένα χροίαισιν πάρθενον ἀδύφωνον ⊗πλήρης μὲν ἐφαίνετ’ ἀ σελάννα αἰ δ’ ὠς περὶ βῶμον ἐστάθησαν πόλλα μοι τὰν Πωλυανάκτιδα παῖδα χαίρην πόλυ πάκτιδος ἀδυμελεστέρα . . . χρύσω χρυσοτέρα . . . πότνια Αὔως ἡ Σαπφω περαινεῖ σκιδναμὲνας ἐν στήθεσιν ὄργας μαψυλάκαν γλῶσσαν πεφύλαχθαι ]ο̣σ̣η̣[ ]η: σύ τε κἆμος θεράπων Ἔρος ]σὺ δ’ ἐδέξω[ ]:μὴ ταῦτα μ[ τάδε νῦν ἐταίραις ταὶς ἔμαις †τέρπνα †κάλως ἀείσω. τὰν δὲ φυλάσσετε εννε[ . . ]οι γ̣άμβροι[ . . . . .] υ πολίων βασίληες. τίοισιν ὀφθάλμοισιν; τὸ μέλημα τὦμον τὸν ϝὸν παῖδα κάλει φαίνεταί ϝοι κῆνος φαῖσι δή ποτα Λήδαν ὐακίνθινον . . . ὤϊον εὔρην πεπυκάδμενον ὠΐω πόλυ λευκότερον ὦ τὸν Ἄδωνιν ⊗δέδυκε μὲν ἀ σελάννα καὶ Πληΐαδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχετ’ ὤρα, ἔγω δὲ μόνα κατεύδω. ποικίλλεται μὲν γαῖα πολυστέφανος