Ancient Greek
16
Sappho Lyr., Fragmenta 16
Not analysed yet
ο]ἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδων οἰ δὲ νάων φαῖσ’ἐπ[ὶ] γᾶν μέλαι[ν]αν ἔ]μμεναι κάλλιστον, ἔγω δὲ κῆν’ ὄτ- τω τις ἔραται· πά]γχυ δ’ εὔμαρες σύνετον πόησαι π]άντι τ[ο]ῦ̣τ’, ἀ γὰρ πόλυ περσκέ̣θ̣ο̣ι̣σ̣α κ̣άλ̣λο̣ς̣ [ἀνθ]ρώπων Ἐλένα [τὸ]ν ἄνδρα τ̣ὸν̣ [πανάρ]ι̣στον κ̣αλλ[ίποι]σ̣’ ἔβα ’ς Τροΐαν πλέοι̣[σα κωὐδ[ὲ πα]ῖδος οὐδὲ φίλων το[κ]ήων πάμ[παν] ἐμνάσθη, ἀλλὰ παράγ̣α̣γ̣’ α̣ὔταν ]σαν ]αμπτον γὰρ []. . . κούφως τ[ ]οησ[.] ν . .] μ̣ε̣ νῦν Ἀνακτορί[ας ὀ]ν̣έ̣μναι- σ’ οὐ ]παρεοίσας· τᾶ]ς κε βολλοίμαν ἔρατόν τε βᾶμα κἀμάρυχμα λάμπρον ἴδην προσώπω ἢ τὰ Λύδων ἄρματα κἀν ὄπλοισι πεσδομ]άχεντας. ]. μεν οὐ δύνατον γένεσθαι ]. ν ἀνθρωπ[. . . π]εδέχην δ’ ἄρασθαι τ’ ἐξ ἀδοκή[τω.