Ancient Greek
17
Sappho Lyr., Fragmenta 17
Not analysed yet
⊗πλάσιον δή μ’ [εὐχομέναι φανείη, πότνι’ Ἦρα, σὰ χ[αρίεσσα μόρφα, τὰν ἀράταν Ἀτ[ρεΐδαι κλῆ- τοι βασίληες· ἐκτελέσσαντες μ[άλα πόλλ’ ἄεθλα, πρῶτα μὲν περ Ἴ̣[λιον ἔν τε πόντῳ, τυίδ’ ἀπορμάθεν[τες ὄδον περαίνην οὐκ ἐδύναντο, πρὶν σὲ καὶ Δί’ ἀντ[ίαον κάλεσσαι καὶ Θυώνας ἰμε̣[ρόεντα παῖδα· νῦν δὲ κ[ἄμοι πραϋμένης ἄρηξον κὰτ τὸ πάλ̣[αιον. ἄγνα καὶ κά̣[λα π]αρθ[εν ἀ]μφι. [ἔμμενα̣[ι [ἶ]ρ̣’ ἀπίκε[σθαι. ⊗