Ancient Greek
31
Sappho Lyr., Fragmenta 31
Not analysed yet
⊗φάινεταί μοι κῆνος ἴσος θέοισιν ἔμμεν ὤνερ, ὄττις ἐναντίος τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- σας ὐπακούει καὶ γελαίσας ἰμερόεν τό μ᾽ ἦ μάν καρδίαν ἐν στήθεσιν ἐπτόησεν· ὠς γὰρ εἰσίδω βροχέως σε, φώνας οὐδὲν ἔτ᾽ ἴκει· ἀλλὰ κάμ μὲν γλῶσσα ἔαγε, λέπτον δ᾽ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ᾽ οὐδὲν ὄρημ᾽,ἐπιρρόμ- βεισι δ᾽ ἄκουαι. καδ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δὲ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης φαίνομαι [. . .] . ἀλλὰ πᾶν τόλματον . . .