Ancient Greek
32 to 43
Sappho Lyr., Fragmenta 32-43
Not analysed yet
αἴ με τιμίαν ἐπόησαν ἔργα τὰ σφὰ δοῖσαι αἴθ᾿ ἔγω, χρυσοστέφαν᾿ Ἀφρόδιτα, τόνδε τὸν πάλον λαχοίην ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος ὄπποτα πλήθοισα μάλιστα λάμπη γᾶν ἢ σε Κύπρος ἢ Πάφος ἢ Πάναρμος καὶ ποθήω καὶ μάομαι καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· Σαπφω· κὰτ ἔμον στάλαχμον τὰ γὰρ δύο σσ εἰς ζ τρέπεται παρ’ Αἰολεῦσιν· τὸ γὰρ ἐπιπλήσσω ἐπιπλάζω· Σαπφω· τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν καὶ μελέδωναι ἄμμε Αἰολεῖς· ὄπταις ἄμμε Σαπφὼ πρώτῳ. πόδας δὲ ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι- ον κάλον ἔργον σοὶ δ᾿ ἔγω λεύκας †επιδωμον† αἶγος κἀπιλείψω τοι . . . ταὶς κάλαισ᾿ ὔμιν <τὸ> νόημμα τὦμον οὐ διάμειπτον ἡ δὲ Σαπφὼ . . . ἐπὶ τῶν περιστερῶν· ταῖσι <δὲ> ψῦχρος μὲν ἔγεντ᾿ ὀ θῦμος, πὰρ δ᾿ ἴεισι τὰ πτέρα ]α̣ι̣· ]λ̣ε̣τ̣αι̣ ][[κ]]αλος ]. ἄκαλα κλόνει ]κάματος φρένα ]ε̣ κ̣ατισδάνε[ι] ]ἀλλ᾿ ἄγιτ᾿ ,ὦ φίλαι, ],ἄγχι γὰρ ἀμέρα. ⊗