Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 12
Not analysed yet
Φησὶ δὲ Σάτυρος ἐν τοῖς Βίοις ὅτι καὶ ἰατρὸς ἦν καὶ ῥήτωρ ἄριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητὴν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ καὶ τέχνην ἀπολελοιπότα· ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι. Τοῦτόν φησιν ὁ Σάτυρος λέγειν ὡς αὐτὸς παρείη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. Ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλείω, δι' ὧν φησι· Φάρμακα δ ̓ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. Παύσεις δ ̓ ἀκαμάτων ἀνέμων μένος, οἵ τ ̓ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν· καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματ ̓ ἐπάξεις θήσεις δ ̓ ἐξ ὅμβροιο κελαινοῦ καίριον αὐχμὸν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου ῥεύματα δενδρεόθρεπτα, τὰ δ ̓ ἐν θέρει ἀήσαντα· ἄξεις δ ̓ ἐξ Ἀτδαο καταφθιμένου μένος ἀνδρός. Φησὶ δὲ καὶ Τίμαιος (fr. 94) κτλ . . . . Ἡρακλείδης δ ̓ ἐν τῷ Περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν τὰ περὶ τὴν ἄπνουν. Ἦν δ ̓ ὁ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, ᾧ δὴ καὶ τὰ Περὶ φύσεως προσπεφώνηκεν οὕτως, Παυσανίη, σὺ δὲ κλῦθι, δαίφρονος Ἀγχίτου υἱέ. Ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε· Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱόν φῶτ ̓ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα, ὅς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων.